You are currently viewing Ευχές για την ονομαστική εορτή του Σωτήρη Τζούμα

Ευχές για την ονομαστική εορτή του Σωτήρη Τζούμα

Λόγω της ονομαστικής σου εορτής και για την μέχρι τούδε προσφορά σου στον Ελληνισμό και την Ορθοδοξία, σου αφιερώνω ορισμένους Εκκλησιαστικούς ή Βυζαντινούς Ύμνους του Παπουλάκου, του γνωστού Αγίου και Προφήτη του Μοριά, των οποίων τα Αρχιγράμματα σχηματίζουν το ονοματεπώνυμό σου: ΣΩΤΗΡΙΟΣ ΤΖΟΥΜΑΣ!.. Και πάλι Πολύχρονος, Δημιουργικός και Ευτυχισμένος!…

ΣΩΤΗΡΙΟΣ ΤΖΟΥΜΑΣ

Σωτῆρα πάντων καί Κύριον σύ ἔτεκες Παρθένε πανύμνητε, τόν ὑπερύμνητον, τόν ἀρχηγόν τόν τῆς πίστεως, καί ὀλετήρα πέλλοντα πολεμήτορος.

Ωφθης πανθαύμαστε ἐν τῇ Μονῇ τῆς ῎Ανδρου σύ, ἔνθα ὥσπερ ἔγκλειστος ἐτέλεις, φύλακι ὥσπερ ἐξ οὐρανῶν κατελθών, ἄϋλος καί ἔμπνους, φωτεινός, ἄγγελος ἐπίγειος, καί οὐράνιος ἄνθρωπος.

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσας καλῶς, τῶν οὐρανίων ὤφθης ἐραστής τε καί μύστης, ἐν χρόνοις δυσχειμέροις, ὦ ἱερέ, Χριστοφόρε πανόσιε, καί πύλας ἤνοιξας πᾶσιν ἀκροαταῖς, παραδείσου σοῖς διδάγμασι.

Ηκον τοῦ κηρῦξαι τῷ Λαῷ μου, Χριστόν τόν ἐσταυρωμένον, καί νικήσαντα, θάνατον τριπλώτατον, ἔλεγες μακάριε, καί ἐν πλατείαις ἔστησας, καί ἐν ὁδοῖς καί ἀγροῖς ἄμβωνά σου, ὥστε τοῦ ἀκούεσθαι, τοῦ Χριστοῦ τά ρητά τά σωτήρια.

Ρωννύμενος, ἅγιε, ταῖς διδαχαῖς τοῦ Κυρίου σου, αὐτῷ ἠκολούθησας καί τῇ μητρί αὐτοῦ, καθιέρωσας Μονήν σου τήν ἁγίαν, ἐν ᾗ ἐγκαθιδρύσας εἰκόνα πάνσεπτον.

Ιδών, ἀξιάγαστε τήν τῶν ἀνθρώπων ἀσθένειαν, ἐτρώθης, πανόσιε, τῷ θείῳ ἔρωτι, καί ἐπέταξας σαυτόν φιλανθρωπίαν, καί πάντας τούς πάσχοντας σύ εὐηργέτησας.

Ολονύκτιον εὐχήν τήν μονολόγιστον ἐν τῇ καρδίᾳ σου, ἀνέφερες ἐν τῇ σῇ ἁγία Μονῇ, τρανέ, πάτερ Χριστοφόρε, καί ἠξίωσαι, τῇ στερεμνίῳ πίστει σου, ἐχθροῦ κάστρα διωλέσαι.

Συνδράμωμεν πιστοί, ἐν βουνῷ τῆς καμήλας, καί ἴδωμεν ἐκεῖ Χριστοφόρον τόν νέον, Μονήν ἀνιδρύσαντα τοῖς αὐτοῦ ἀναλώμασι, καί ἐν κόποις τε περισσοτέροις καί μόχθοις, ἱστορήσαντα ταῖς ἱεραῖς ᾿Αβερκίου, εἰκόσι κοιμήσεως.

Τῶν παθημάτων ἐγένου πάντων ὑπέρτερος, σώματος καί ψυχῆς τε, Χριστοφόρε τρισμάκαρ, δουλεύων καί πυκτεύων, ὡς τῶν ᾿Εθνῶν, ὁ μεγάλος ᾿Απόστολος, ὑποπιάζων τε σῶμα, δουλαγωγών, ταῖς νηστείαις καί ταῖς θλίψεσι.

Ζητηταί, δεῦτε καί ἀκούσωμεν, ὅσα ὁ Χριστοφόρος τελεῖ, καί ὅσα ἐτέλεσεν ἐν βίῳ θαύματα, καί ἐλάλησεν ἀγαθᾴ ἐν ταῖς ἀκοαῖς τοῦ Λαοῦ τῶν νήσων, συνεγείρων τε τά πλήθη εἰς στρατειάν ἱεράν, κατά τῶν ὀργάνων τοῦ σκότους, τῶν ἐπιβούλων τῆς ἀμώμου καί ἀκραιφνοῦς ἡμῶν πίστεως, καί ποιήσωμεν ἡμᾶς, διδακτούς αὐτοῦ, καί θέντες τήν χεῖρα ἐπ᾿ ἄροτρον, δράμωμεν εἰς τήν γῆν, ἥν ἡμῖν ἐπηγγείλατο.

Οτε τῶ καιρῶ τῆς ἀμαθείας ἐν τῷ σκότει τῷ πυκνῷ παραπαίοντες, κατεκλύζοντο ὑπό τῆς ἁμαρτίας οἱ τῆς ῾Ελλάδος υἱοί, ἀνεφάνης ὡς ἀστήρ ἑωθινός Χριστοφόρε, φερώνυμε τοῦ Χριστοῦ, καί διδαχαῖς σου ἐφώτισας καί μετέπλασας αὐτούς εἰς τέκνα φωτόμορφα τῆς ᾿Εκκλησίας. ῞Οθεν καί νῦν πάρεσο, ὁδηγών ἡμᾶς εἰς τήν ὁδόν τοῦ Κυρίου, ἀξιύμνητε τοῦ Χριστοῦ διδάσκαλε.

Υμνος ἅπας νῦν ἠττᾶται τά σά λέγων πανύμνητε, θαύματά τε ἄλλα ὅσα σύ προχέεις ἀείποτε, τοῖς σοῖς πανάμωμε, τέκνοις καί ὁσίοις σου, τοῖς προστρέχουσι ἐν ταῖς σαῖς Μοναῖς, ῾Ηγουμένισσα.

Μονώτατος ἔμεινας ἐν τῷ καιρῷ τοῦ πάθους σου, ὅτε ἐγκατέλειψαν σε πάντες, ἐν ταῖς παγίσι τῶν διωκτῶν σου, στερρέ, καί ἐν τῇ εἰρκτῇ τοῦ Ρίου, καί ἐν Μονῇ τῆς ῎Ανδρου, Παναχράντου, Χριστοφόρε.

Αμαρτωλῶν τάς δεήσεις προσδεχομένη καί θλιβομένων πειρασμόν μή παρορῶσα, πρέσβευε, τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.

Σῶσαι τόν Λαόν σου ἐλυλήθης, ἐκ πάσης ἐχθρῶν ἐπιβουλῆς, καί πλάνης ἥν ἐφήπλωναν, ψυχαῖς ἀδόλοις πάνσοφε, διό καί τοῖς κηρύγμασι, καί τῇ θερμῇ προσευχῇ πρῶτος ἦσθα, ἱεροῖς ἀγῶσι σου, Χριστοφόρε πατήρ ἡμῶν ἅγιε.