You are currently viewing Ὅτι κενά κατά Σοῦ ἐμελέτησαν…

Ὅτι κενά κατά Σοῦ ἐμελέτησαν…

  • Reading time:1 mins read

«Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω• ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων… Πρός σέ, Κύριε, ἐκέκραξα, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν• κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ• καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς… Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν• ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος…ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία• τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. κρῖνον αὐτούς, ὁ Θεός. ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν• κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ• εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου»…

Οἱ εἰκόνες εἶναι βέβαια ἀπό τὴν προχθεσινή συμπροσευχή τῆς οἰκουμενιστικῆς βλασφημίας στὴ Ρώμη. Τὸ κείμενο προέρχεται ἀσφαλῶς ἀπό τὸ Ψαλτήρι (Ψαλμ. ε΄, κε΄, κζ΄) – καὶ θὰ μποροῦσε νὰ ἀποτελεῖ ἀκριβῆ ἀπάντηση (καὶ) πρὸς τὴ νέα αὐτή δυσσεβῆ συναγωγή πλανωμένων καὶ πονηρευομένων. «Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία• τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν». «Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν».

Ὅτι κενά κατά Σοῦ ἐμελέτησαν…

        Πατήρ Ακάκιος